in Uncategorized

Stand your ground and bite your lip

I’ve never been much of a Latinist — don’t get me wrong. It’s just that Greek poetry has always interested me more, even when it seems so straight forward and, by modern standards, jingoistic. Consequently I haven’t read much Horace beyond the Sermones. I’m familiar with the famous ‘dulce et decorum est,’ but Eric’s post which referred to it reminded of Tyrtaeus (7th c. BC). I would imagine that everyone who’s written on either poem has noted the connection, but I thought it’d be nice to post the text for comparison:

  1. τεθνάμεναι γὰρ καλὸν ἐνὶ προμάχοισι πεσόντα
  2. ἄνδρ’ ἀγαθὸν περὶ ἧι πατρίδι μαρνάμενον·
  3. τὴν δ’ αὐτοῦ προλιπόντα πόλιν καὶ πίονας ἀγροὺς
  4. πτωχεύειν πάντων ἔστ’ ἀνιηρότατον,
  5. πλαζόμενον σὺν μητρὶ φίληι καὶ πατρὶ γέροντι
  6. παισί τε σὺν μικροῖς κουριδίηι τ’ ἀλόχωι.
  7. ἐχθρὸς μὲν γὰρ τοῖσι μετέσσεται οὕς κεν ἵκηται,
  8. χρησμοσύνηι τ’ εἴκων καὶ στυγερῆι πενίηι,
  9. αἰσχύνει τε γένος, κατὰ δ’ ἀγλαὸν εἶδος ἐλέγχει,
  10. πᾶσα δ’ ἀτιμίη καὶ κακότης ἕπεται.
  11. †εἶθ’ οὕτως ἀνδρός τοι ἀλωμένου οὐδεμί’ ὤρη
  12. γίνεται οὔτ’ αἰδὼς οὔτ’ ὀπίσω γένεος.
  13. θυμῶι γῆς πέρι τῆσδε μαχώμεθα καὶ περὶ παίδων
  14. θνήσκωμεν ψυχὴν μηκέτι φειδόμενοι.
  15. ὦ νέοι, ἀλλὰ μάχεσθε παρ’ ἀλλήλοισι μένοντες,
  16. μηδὲ φυγῆς αἰσχρῆς ἄρχετε μηδὲ φόβου,
  17. ἀλλὰ μέγαν ποιεῖτε καὶ ἄλκιμον ἐν φρεσὶ θυμόν,
  18. μηδὲ φιλοψυχεῖτ’ ἀνδράσι μαρνάμενοι·
  19. τοὺς δὲ παλαιοτέρους, ὧν οὐκέτι γούνατ’ ἐλαφρά,
  20. μὴ καταλείποντες φεύγετε, τοὺς γεραιούς.
  21. αἰσχρὸν γὰρ δὴ τοῦτο, μετὰ προμάχοισι πεσόντα
  22. κεῖσθαι πρόσθε νέων ἄνδρα παλαιότερον,
  23. ἤδη λευκὸν ἔχοντα κάρη πολιόν τε γένειον,
  24. θυμὸν ἀποπνείοντ’ ἄλκιμον ἐν κονίηι,
  25. αἱματόεντ’ αἰδοῖα φίλαις ἐν χερσὶν ἔχοντα—
  26. αἰσχρὰ τά γ’ ὀφθαλμοῖς καὶ νεμεσητὸν ἰδεῖν,
  27. καὶ χρόα γυμνωθέντα· νέοισι δὲ πάντ’ ἐπέοικεν,
  28. ὄφρ’ ἐρατῆς ἥβης ἀγλαὸν ἄνθος ἔχηι,
  29. ἀνδράσι μὲν θηητὸς ἰδεῖν, ἐρατὸς δὲ γυναιξὶ
  30. ζωὸς ἐών, καλὸς δ’ ἐν προμάχοισι πεσών.
  31. ἀλλά τις εὖ διαβὰς μενέτω ποσὶν ἀμφοτέροισι
  32. στηριχθεὶς ἐπὶ γῆς, χεῖλος ὀδοῦσι δακών.

Text: fr. 10 from M.L. West. Iambi et elegi Graeci, Oxford.

Write a Comment

Comment