I’ve never been much of a Latinist — don’t get me wrong. It’s just that Greek poetry has always interested me more, even when it seems so straight forward and, by modern standards, jingoistic. Consequently I haven’t read much Horace beyond the Sermones. I’m familiar with the famous ‘dulce et decorum est,’ but Eric’s post which referred to it reminded of Tyrtaeus (7th c. BC). I would imagine that everyone who’s written on either poem has noted the connection, but I thought it’d be nice to post the text for comparison:
- τεθνάμεναι γὰρ καλὸν ἐνὶ προμάχοισι πεσόντα
- ἄνδρ’ ἀγαθὸν περὶ ἧι πατρίδι μαρνάμενον·
- τὴν δ’ αὐτοῦ προλιπόντα πόλιν καὶ πίονας ἀγροὺς
- πτωχεύειν πάντων ἔστ’ ἀνιηρότατον,
- πλαζόμενον σὺν μητρὶ φίληι καὶ πατρὶ γέροντι
- παισί τε σὺν μικροῖς κουριδίηι τ’ ἀλόχωι.
- ἐχθρὸς μὲν γὰρ τοῖσι μετέσσεται οὕς κεν ἵκηται,
- χρησμοσύνηι τ’ εἴκων καὶ στυγερῆι πενίηι,
- αἰσχύνει τε γένος, κατὰ δ’ ἀγλαὸν εἶδος ἐλέγχει,
- πᾶσα δ’ ἀτιμίη καὶ κακότης ἕπεται.
- †εἶθ’ οὕτως ἀνδρός τοι ἀλωμένου οὐδεμί’ ὤρη
- γίνεται οὔτ’ αἰδὼς οὔτ’ ὀπίσω γένεος.
- θυμῶι γῆς πέρι τῆσδε μαχώμεθα καὶ περὶ παίδων
- θνήσκωμεν ψυχὴν μηκέτι φειδόμενοι.
- ὦ νέοι, ἀλλὰ μάχεσθε παρ’ ἀλλήλοισι μένοντες,
- μηδὲ φυγῆς αἰσχρῆς ἄρχετε μηδὲ φόβου,
- ἀλλὰ μέγαν ποιεῖτε καὶ ἄλκιμον ἐν φρεσὶ θυμόν,
- μηδὲ φιλοψυχεῖτ’ ἀνδράσι μαρνάμενοι·
- τοὺς δὲ παλαιοτέρους, ὧν οὐκέτι γούνατ’ ἐλαφρά,
- μὴ καταλείποντες φεύγετε, τοὺς γεραιούς.
- αἰσχρὸν γὰρ δὴ τοῦτο, μετὰ προμάχοισι πεσόντα
- κεῖσθαι πρόσθε νέων ἄνδρα παλαιότερον,
- ἤδη λευκὸν ἔχοντα κάρη πολιόν τε γένειον,
- θυμὸν ἀποπνείοντ’ ἄλκιμον ἐν κονίηι,
- αἱματόεντ’ αἰδοῖα φίλαις ἐν χερσὶν ἔχοντα—
- αἰσχρὰ τά γ’ ὀφθαλμοῖς καὶ νεμεσητὸν ἰδεῖν,
- καὶ χρόα γυμνωθέντα· νέοισι δὲ πάντ’ ἐπέοικεν,
- ὄφρ’ ἐρατῆς ἥβης ἀγλαὸν ἄνθος ἔχηι,
- ἀνδράσι μὲν θηητὸς ἰδεῖν, ἐρατὸς δὲ γυναιξὶ
- ζωὸς ἐών, καλὸς δ’ ἐν προμάχοισι πεσών.
- ἀλλά τις εὖ διαβὰς μενέτω ποσὶν ἀμφοτέροισι
- στηριχθεὶς ἐπὶ γῆς, χεῖλος ὀδοῦσι δακών.
Text: fr. 10 from M.L. West. Iambi et elegi Graeci, Oxford.